Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 9.168 Joseph. AJ 9.172 (English) >>Joseph. AJ 9.177

9.170

Ἔδωκε μέντοι γε οὐκ εἰς μακρὰν βασιλεὺς δίκην ὧν παρηνόμησεν· ἐμβαλόντος γὰρ Ἀζαήλου τοῦ Σύρων βασιλέως εἰς τὴν χώραν αὐτοῦ καὶ τὴν Γίτταν καταστρεψαμένου καὶ λεηλατήσαντος ἐπʼ αὐτὸν στρατεύειν εἰς Ἱεροσόλυμα φοβηθεὶς Ἰώασος πάντας ἐκκενώσας τοὺς τοῦ θεοῦ θησαυροὺς καὶ τοὺς τῶν βασιλείων καὶ τὰ ἀναθήματα καθελών, ἔπεμψε τῷ Σύρῳ τούτοις ὠνούμενος τὸ μὴ πολιορκηθῆναι μηδὲ κινδυνεύειν περὶ τῶν ὅλων. 9.171 δὲ πεισθεὶς τῇ τῶν χρημάτων ὑπερβολῇ τὴν στρατιὰν οὐκέτʼ ἤγαγεν ἐπὶ τὰ Ἱεροσόλυμα. νόσῳ μέντοι χαλεπῇ περιπεσὼν Ἰώασος ἐπιθεμένων αὐτῷ τῶν φίλων, οἳ τὸν Ζαχαρίου θάνατον ἐκδικοῦντες τοῦ Ἰώδα παιδὸς ἐπεβούλευσαν τῷ βασιλεῖ, διεφθάρη πρὸς αὐτῶν· 9.172καὶ θάπτεται μὲν ἐν Ἱεροσολύμοις, οὐκ ἐν ταῖς θήκαις δὲ τῶν προγόνων ἀσεβὴς γενόμενος. ἐβίωσε δὲ ἔτη ἑπτὰ καὶ τεσσαράκοντα, τὴν δὲ βασιλείαν αὐτοῦ διαδέχεται Ἀμασίας παῖς. 9.173

Εἰκοστῷ δὲ καὶ πρώτῳ τῆς Ἰωάσου βασιλείας παρέλαβε τὴν τῶν Ἰσραηλιτῶν ἡγεμονίαν Ἰώαζος τοῦ Ἰηοῦδος υἱὸς ἐν Σαμαρείᾳ καὶ κατέσχεν αὐτὴν ἔτεσιν ἑπτὰ καὶ δέκα τοῦ μὲν πατρὸς οὐδʼ αὐτὸς μιμητὴς γενόμενος, ἀσεβήσας δʼ ὅσα καὶ οἱ πρῶτοι τοῦ θεοῦ καταφρονήσαντες. 9.174ἐταπείνωσε δʼ αὐτὸν καὶ συνέστειλεν ἐκ τῆς τοσαύτης δυνάμεως τῶν Σύρων βασιλεὺς εἰς ὁπλίτας μυρίους καὶ πεντήκοντα ἱππεῖς στρατεύσας ἐπʼ αὐτὸν καὶ πόλεις τε μεγάλας καὶ πολλὰς αὐτοῦ ἀφελόμενος καὶ τὴν στρατιὰν αὐτοῦ διαφθείρας.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 9.168 Joseph. AJ 9.172 (English) >>Joseph. AJ 9.177

Powered by PhiloLogic